TLG 0339 001 :: MOSCHION :: Fragmenta Fragmenta frr. 1–10, 12 Citation: Fragment — (line) | ||
1(tit) | ΘΕΜΙΣΤΟΚΛΗΣ | |
1 | καὶ γὰρ ἐν νάπαις βραχεῖ πολὺς σιδήρῳ κείρεται πεύκης κλάδος, καὶ βαιὸς ὄχλος μυρίας λόγχης κρατεῖ | |
---|---|---|
2(tit) | ΤΗΛΕΦΟΣ | |
1 | ὦ καὶ θεῶν κρατοῦσα καὶ θνητῶν μόνη μοῖρ’, ὦ λιταῖς ἄτρωτε δυστήνων βροτῶν, πάντολμ’ ἀνάγκη, στυγνὸν ἣ κατ’ αὐχένων ἡμῶν ἐρείδεις τῆσδε λατρείας ζυγόν | |
3(tit) | ΦΕΡΑΙΟΙ | |
1 | κενὸν θανόντος ἀνδρὸς αἰκίζειν σκιάν· | |
ζῶντας κολάζειν, οὐ θανόντας εὐσεβές | 264 | |
t,4-12 | INCERTARUM FABULARUM FRAGMENTA | |
4 | ὅμως τό γ’ ὀρθὸν καὶ δίκαιον οὔποτε σιγῇ παρήσω· τὴν γὰρ ἐντεθραμμένην ἀστοῖς Ἀθάνας τῇ τε Θησέως πόλει καλὸν φυλάξαι γνησίως παρρησίαν | |
5 | μόνον σὺ θυμοῦ χωρὶς ἔνδεξαι λόγους οὕς σοι κομίζω· τὸν κλύοντα γὰρ λαβών ὁ μῦθος εὔνουν οὐ μάτην λεχθήσεται | |
6 | πρῶτον δ’ ἄνειμι καὶ διαπτύξω λόγῳ ἀρχὴν βροτείου καὶ κατάστασιν βίου. ἦν γάρ ποτ’ αἰὼν κεῖνος, ἦν ποθ’ ἡνίκα θηρσὶ〈ν〉 διαίτας εἶχον ἐμφερεῖς βροτοί, | |
5 | ὀρειγενῆ σπήλαια καὶ δυσηλίους φάραγγας ἐνναίοντες· οὐδέπω γὰρ ἦν οὔτε στεγήρης οἶκος οὔτε λαΐνοις εὐρεῖα πύργοις ὠχυρωμένη πόλις. οὐ μὴν ἀρότροις ἀγκύλοις ἐτέμνετο | |
10 | μέλαινα καρποῦ βῶλος ὀμπνίου τροφός, οὐδ’ ἐργάτης σίδηρος εὐιώτιδος θάλλοντας οἴνης ὀρχάτους ἐτημέλει, | |
ἀλλ’ ἦν ἀκύμων †κωφεύουσα ῥέουσα γῆ. βοραὶ δὲ σαρκοβρῶτες ἀλληλοκτόνους | 265 | |
15 | παρεῖχον αὐτοῖς δαῖτας· ἦν δ’ ὁ μὲν νόμος ταπεινός, ἡ βία δὲ σύνθρονος Διί· ὁ δ’ ἀσθενὴς ἦν τῶν ἀμεινόνων βορά. ἐπεὶ δ’ ὁ τίκτων πάντα καὶ τρέφων χρόνος τὸν θνητὸν ἠλλοίωσεν ἔμπαλιν βίον, | |
20 | εἴτ’ οὖν μέριμναν τὴν Προμηθέως σπάσας εἴτ’ οὖν ἀνάγκην εἴτε τῇ μακρᾷ τριβῇ αὐτὴν παρασχὼν τὴν φύσιν διδάσκαλον, τόθ’ ηὑρέθη μὲν καρπὸς ἡμέρου τροφῆς Δήμητρος ἁγνῆς, ηὑρέθη δὲ Βακχίου | |
25 | γλυκεῖα πηγή, γαῖα δ’ ἡ πρὶν ἄσπορος ἤδη ζυγουλκοῖς βουσὶν ἠροτρεύετο, ἄστη δ’ ἐπυργώσαντο καὶ περισκεπεῖς ἔτευξαν οἴκους καὶ τὸν ἠγριωμένον εἰς ἥμερον δίαιταν ἤγαγον βίον. | |
30 | κἀκ τοῦδε τοὺς θανόντας ὥρισεν νόμος τύμβοις καλύπτειν κἀπιμοιρᾶσθαι κόνιν νεκροῖς ἀθάπτοις, μηδ’ ἐν ὀφθαλμοῖς ἐᾶν τῆς πρόσθε θοίνης μνημόνευμα δυσσεβοῦς | |
7 | 〈τί〉 κέρδος οὐκέτ’ ὄντας αἰκίζειν νεκρούς; τί τὴν ἄναυδον γαῖαν ὑβρίζειν πλέον; ἐπὰν γὰρ ἡ κρίνουσα καὶ θἠδίονα καὶ τἀνιαρὰ φροῦδος αἴσθησις φθαρῇ, | |
5 | τὸ σῶμα κωφοῦ τάξιν εἴληφεν πέτρου | 266 |
8 | ἦν ἆρα τρανὸς αἶνος ἀνθρώπων ὅδε, ὡς τὸν πέλας μὲν νουθετεῖν βραχὺς πόνος, αὐτὸν δ’ ἐνεγκεῖν ὕβριν ἠδικημένον πάντων μέγιστον τῶν ἐν ἀνθρώποις βάρος | |
9 | σὺν αἷσι δόξῃ πρόσθε καὶ γένει μέγας Ἄργους δυνάστης, λιτὸς ἐκ τυραννικῶν θρόνων, προσίκτην θαλλὸν ἠγκαλισμένος ἔστειχεν εἰς γῆν, ὄμμα συμπαθὲς φέρων | |
5 | καὶ πᾶσι δεικνὺς ὡς τὰ λαμπρὰ τῆς τύχης τὴν κτῆσιν οὐ βέβαιον ἀνθρώποις νέμει. ὃν πᾶς μὲν ἀστῶν ἠλέησεν εἰσιδών, ἅπας δὲ χεῖρα καὶ προσήγορον φάτιν ὤρεξε κανθούς τ’ ἐξέτηξε δακρύοις | |
10 | τύχαις συναλγῶν· τἀξίωμα γὰρ νοσοῦν τὸ πρόσθε πολλοῖς οἶκτον ἐμποιεῖ βροτῶν | |
10* | κεῖνος δ’ ἁπάντων ἐστὶ μακαριώτατος, | |
ὃς διὰ τέλους ζῶν ὁμαλὸν ἤσκησεν βίον | 267 | |
12 | ὦ μοῖρα δυσπάλαιστος ἀνθρώπ[οις ⏑– | 268 |